Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.195 Dem. 24.198 (English) >>Dem. 24.202

24.197οὐ γάρ ἐστι τῆς αὐτῆς ψυχῆς Ἀνδροτίωνα μὲν καὶ Μελάνωπον καὶ Γλαυκέτην ἐλεεῖν, κλέψαντες εἶχον εἰ καταθήσουσι, τουτωνὶ δὲ τοσούτων ὄντων καὶ τῶν ἄλλων πολιτῶν, ὧν ἐπὶ τὰς οἰκίας ἐβάδιζες σὺ τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας ἔχων καὶ τοὺς ὑπηρέτας, μηδένα πώποτʼ ἐλεῆσαι, ἀλλὰ θύρας ἀφαιρεῖν καὶ στρώμαθʼ ὑποσπᾶν καὶ διάκονον, εἴ τις ἐχρῆτο, ταύτην ἐνεχυράζειν· σὺ πάντʼ ἐποίεις ἐνιαυτὸν ὅλον μετʼ Ἀνδροτίωνος. 24.198πολλῷ γὰρ δήπου σχετλιώτερʼ ἐπάσχεθʼ ὑμεῖς, καὶ πολὺ μᾶλλον ἂν εἰκότως ἠλέεις τούτους, οἳ διʼ ὑμᾶς, κατάρατε, τοὺς λέγοντας οὐδʼ ὁτιοῦν εἰσφέροντες παύονται. καὶ οὐκ ἀπόχρη τοῦτο, ἀλλὰ καὶ διπλᾶ πράττονται, καὶ ταῦθʼ ὑπὸ σοῦ καὶ Ἀνδροτίωνος, οἳ μίαν εἰσφορὰν οὐδεπώποτʼ εἰσενηνόχατε. 24.199τηλικοῦτο τοίνυν ἐφρόνησεν οὗτος, ὡς ἄρʼ οὐδὲ δίκην τούτων οὐδεμίαν δώσων, ὥστε μόνος δέκα τῶν συναρχόντων ὄντων κοινῇ τὸν λόγον ἐγγράψαι μετʼ Ἀνδροτίωνος ἐτόλμησεν. προῖκα γάρ, οὐδὲν ὠφελούμενος, ὑμῖν Τιμοκράτης ἀπεχθάνεται καὶ νόμους εἰσφέρει πᾶσιν ἐναντίους, τὸ τελευταῖον δὲ καὶ αὑτοῦ νόμῳ προτέρῳ, μὰ τὴν Ἀθηνᾶν οὐδʼ ὑμᾶς οἴομαι λανθάνειν.

24.200 τοίνυν ἔμοιγε δοκεῖ μάλιστʼ ἄξιον ὀργῆς εἶναι, φράσω καὶ οὐκ ἀποτρέψομαι, ὅτι ταῦτʼ, ἄνδρες Ἀθηναῖοι, πράττων ἐπʼ ἀργυρίῳ, καὶ προῃρημένος ὡς ἀληθῶς μισθαρνεῖν, οὐκ εἰς καὶ συγγνώμην ἀκούσας ἄν τις ἔσχε, ταῦτʼ ἀναλίσκει. ταῦτα δʼ ἐστὶν τί; πατήρ, ἄνδρες δικασταί, τούτου τῷ δημοσίῳ ὀφείλει· καὶ οὐκ ὀνειδίζων ἐκείνῳ λέγω, ἀλλʼ ἀναγκαζόμενος· καὶ οὗτος χρηστὸς περιορᾷ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.195 Dem. 24.198 (English) >>Dem. 24.202

Powered by PhiloLogic